Skip to main content


 «Σήμερον κρεμᾶται ἐπὶ ξύλου ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν ἀγγέλων βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται ὁ περιβάλλων τὸν οὐρανον ἐν νεφέλαις. 'Ράπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχη ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ πάθη, Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἒνδοξόν σου ἀνάστασιν».